Οι Αφηγήσεις του Οδυσσέα


Ο Οδυσσέας ακούει τα τραγούδια του Δημόδοκου στο νησί των Φαιάκων σκεφτικός και δακρυσμένος

Αφηγητές και ακροατές στην αγορά του δήμου της Σχερίας  σε  ανακεφαλαιώσεις ζωής
Ποιος αφηγείται στο νησί των Φαιάκων;
Ο Δημόδοκος;
Ο Όμηρος;
Ο Οδυσσέας;
Ποια είναι η φωνή;
Σε ποιον  ανήκει η ακοή;
Τι θυμάται  ο Οδυσσέας;
Γιατί δακρύζει;
Είμαστε Οδυσσείς στην σύγχρονη Ιθάκη Ελλάδα;
Είμαστε αλκίνοοι πολίτες  του διαδικτύου
σε πλοία ταχύτατα ιστοσελίδων που δεν χρειάζονται τιμόνι;
Τι αναγγέλλει ο Όμηρος;
Τι απαγγέλλει ο Οδυσσέας;
θ Οδυσσείας 520

  520

ταῦτ’ ἄρ’ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
τήκετο, δάκρυ δ’ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
ἡ μὲν τὸν θνῄσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
ἀμφ’ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τ’ ὄπισθε
κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
εἴρερον εἰσανάγουσι, πόνον τ’ ἐχέμεν καὶ ὀϊζύν·
τῆς δ’ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·    530
ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ’ ὀφρύσι δάκρυον εἶβεν.
ἔνθ’ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ’ ἠδ’ ἐνόησεν
ἥμενος ἄγχ’ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·

«κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Δημόδοκος δ’ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ’ ἀείδει.
ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
ἐκ τοῦδ’ οὔ πω παύσατ’ ὀϊζυροῖο γόοιο    540
ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
ἀλλ’ ἄγ’ ὁ μὲν σχεθέτω, ἵν’ ὁμῶς τερπώμεθα πάντες,
ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτω·
εἵνεκα γὰρ ξείνοιο τάδ’ αἰδοίοιο τέτυκται,
πομπὴ καὶ φίλα δῶρα, τὰ οἱ δίδομεν φιλέοντες.
ἀντὶ κασιγνήτου ξεῖνός θ’ ἱκέτης τε τέτυκται
ἀνέρι, ὅς τ’ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
τῶ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν,
ὅττι κέ σ’ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
εἴπ’ ὄνομ’, ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε,    550
ἄλλοι θ’ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ’ ἀνθρώπων,
οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
ἀλλ’ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε,
ὄφρα σε τῇ πέμψωσι τιτυσκόμεναι φρεσὶ νῆες.
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
οὐδέ τι πηδάλι’ ἐστί, τά τ’ ἄλλαι νῆες ἔχουσιν·
ἀλλ’ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς    560
ἀνθρώπων καὶ λαῖτμα τάχισθ’ ἁλὸς ἐκπερόωσιν
ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ’ ἀπολέσθαι.

Σύγχρονα Ομηρικά Έπη

Advertisements

About iparea

Ας κρατήσουν οι χοροί και θα βρούμε αλλιώτικα στέκια επαρχιώτικα βρε ώσπου η σύναξις αυτή σαν χωριό αυτόνομο να ξεδιπλωθεί Mέχρι τα ουράνια σώματα με πομπούς και με κεραίες φτιάχνουν οι Έλληνες κυκλώματα κι ιστορία οι παρέες
This entry was posted in Α΄ Τηλεμαχική Συνέλευση and tagged . Bookmark the permalink.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s